Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.176 Dem. 21.179 (English) >>Dem. 21.182

21.177εἷς μὲν οὗτος ἐξ ἰδίου πράγματος, οὐδεμιᾶς ὕβρεως προσούσης, ὑπὲρ αὐτοῦ τοῦ παραβῆναι τὸν νόμον τοσαύτην ἔδωκε δίκην. εἰκότως· τοῦτο γάρ ἐσθʼ φυλάττειν ὑμᾶς δεῖ, τοὺς νόμους, τὸν ὅρκον· ταῦτʼ ἔχεθʼ ὑμεῖς οἱ δικάζοντες ἀεὶ παρὰ τῶν ἄλλων ὡσπερεὶ παρακαταθήκην, ἣν ἅπασιν, ὅσοι μετὰ τοῦ δικαίου πρὸς ὑμᾶς ἔρχονται, σῶν ὑπάρχειν δεῖ. 21.178ἕτερος ἀδικεῖν ποτʼ ἔδοξεν ὑμῖν περὶ τὰ Διονύσια, καὶ κατεχειροτονήσατʼ αὐτοῦ παρεδρεύοντος ἄρχοντι τῷ υἱεῖ, ὅτι θέαν τινὸς καταλαμβάνοντος ἥψατο, ἐξείργων ἐκ τοῦ θεάτρου· ἦν δʼ οὗτος τοῦ βελτίστου πατὴρ Χαρικλείδου, τοῦ ἄρξαντος. 21.179καὶ μέγα γʼ ὑμῖν τοῦτʼ ἐδόκει δίκαιον ἔχειν προβαλλόμενος λέγειν, “εἰ κατελάμβανον, ἄνθρωπε, θέαν, εἰ μὴ τοῖς κηρύγμασιν, ὡς σύ με φῄς, ἐπειθόμην, τίνος ἐκ τῶν νόμων εἶ κύριος, καὶ ἄρχων αὐτός; τοῖς ὑπηρέταις ἐξείργειν εἰπεῖν, οὐκ αὐτὸς τύπτειν. οὐδʼ οὕτω πείθομαι· ἐπιβολὴν ἐπιβαλεῖν, πάντα μᾶλλον πλὴν αὐτὸς ἅψασθαι τῇ χειρί· πολλὰ γὰρ πρὸ τοῦ μὴ τὸ σῶμʼ ἕκαστον ὑβρίζεσθαι πεποιήκασιν οἱ νόμοι.” ταῦτʼ ἔλεγεν μὲν ἐκεῖνος, ἐχειροτονήσατε δʼ ὑμεῖς· οὐ μὴν εἰσῆλθεν εἰς τὸ δικαστήριον οὗτος, ἀλλʼ ἐτελεύτησεν πρότερον. 21.180ἑτέρου τοίνυν τε δῆμος ἅπας κατεχειροτόνησʼ ἀδικεῖν περὶ τὴν ἑορτήν, καὶ ὑμεῖς εἰσελθόντʼ ἀπεκτείνατε τοῦτον, Κτησικλέα, ὅτι σκῦτος ἔχων ἐπόμπευε, καὶ τούτῳ μεθύων ἐπάταξέ τινʼ ἐχθρὸν ὑπάρχονθʼ ἑαυτῷ· ἐδόκει γὰρ ὕβρει καὶ οὐκ οἴνῳ τύπτειν, ἀλλὰ τὴν ἐπὶ τῆς πομπῆς καὶ τοῦ μεθύειν πρόφασιν λαβὼν ἀδικεῖν, ὡς δούλοις χρώμενος τοῖς ἐλευθέροις.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.176 Dem. 21.179 (English) >>Dem. 21.182

Powered by PhiloLogic